Go to Chapter Index or Scriptures

GREEK TEXTUS RECEPTUS of the NEW TESTAMENT 2 Corinthians Chapter 2

This online bible shows chapter by chapter the Greek Textus Receptus (otherwise known as the Received Text) of the New Testament. This is the koine Greek (or common Greek) from which the King James Version of the bible was translated.
Bibles Index || Textus Receptus Index || Search this website || Bible Studies Index || Greek Word Studies Index

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 ||

2 Corinthians Chapter 2

2 Corinthians 2:1 ἔκρινα δὲ ἐμαυτῷ τοῦτο τὸ μὴ πάλιν ἐλθεῖν ἐν λύπῃ πρὸς ὑμᾶς
2:2 εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς καὶ τίς ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ
2:3 καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτὸ ἵνα μὴ ἐλθὼν λύπην ἔχω ἀφ᾽ ὧν ἔδει με χαίρειν πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν
2:4 ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων οὐχ ἵνα λυπηθῆτε ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς
2:5 εἰ δέ τις λελύπηκεν οὐκ ἐμὲ λελύπηκεν ἀλλ᾽ ἀπὸ μέρους ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς
2:6 ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων
2:7 ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος
2:8 διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην
2:9 εἰς τοῦτο γὰρ καὶ ἔγραψα ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν εἰ εἰς πάντα ὑπήκοοί ἐστε
2 Corinthians 2:10 ᾧ δέ τι χαρίζεσθε καὶ ἐγὼ καὶ γὰρ ἐγώ εἴ τι κεχάρισμαι ᾧ κεχάρισμαι δι᾽ ὑμᾶς ἐν προσώπῳ χριστοῦ
2:11 ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν
2:12 ἐλθὼν δὲ εἰς τὴν τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ χριστοῦ καὶ θύρας μοι ἀνεῳγμένης ἐν κυρίῳ
2:13 οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν με τίτον τὸν ἀδελφόν μου ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν
2:14 τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾽ ἡμῶν ἐν παντὶ τόπῳ
2:15 ὅτι χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις
2:16 οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν καὶ πρὸς ταῦτα τίς ἱκανός
2:17 οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ ἀλλ᾽ ὡς ἐξ εἰλικρινείας ἀλλ᾽ ὡς ἐκ θεοῦ κατενώπιον τοῦ θεοῦ ἐν χριστῷ λαλοῦμεν

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 ||

Top

See this online bible with Greek and English side by side, or Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please send this link to all your friends who are interested in the New Testament Greek Textus Receptus online and give it a Google +.

Bibles Index || Textus Receptus Index || Bible Studies Index || Greek Word Studies Index