Go to Chapter Index or Scriptures

GREEK TEXTUS RECEPTUS of the NEW TESTAMENT James Chapter 5

This online bible shows chapter by chapter the Greek Textus Receptus (otherwise known as the Received Text) of the New Testament. This is the koine Greek (or common Greek) from which the King James Version of the bible was translated.
Bibles Index || Textus Receptus Index || Search this website || Bible Studies Index || Greek Word Studies Index

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 || 5 ||

James Chapter 5

James 5:1 ἄγε νῦν οἱ πλούσιοι κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις
5:2 ὁ πλοῦτος ὑμῶν σέσηπεν καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν
5:3 ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις
5:4 ἰδού ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀπεστερημένος ἀφ᾽ ὑμῶν κράζει καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα κυρίου σαβαὼθ εἰσεληλύθασιν
5:5 ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε ἐθρέψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς
5:6 κατεδικάσατε ἐφονεύσατε τὸν δίκαιον οὐκ ἀντιτάσσεται ὑμῖν
5:7 μακροθυμήσατε οὖν ἀδελφοί ἕως τῆς παρουσίας τοῦ κυρίου ἰδού ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς μακροθυμῶν ἐπ᾽ αὐτῷ ἕως ἂν λάβῃ ὑετὸν πρώϊμον καὶ ὄψιμον
5:8 μακροθυμήσατε καὶ ὑμεῖς στηρίξατε τὰς καρδίας ὑμῶν ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν
5:9 μὴ στενάζετε κατ᾽ ἀλλήλων ἀδελφοί ἵνα μὴ κατακριθῆτε ἰδού κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν
James 5:10 ὑπόδειγμα λάβετε τῆς κακοπαθείας ἀδελφοί μου καὶ τῆς μακροθυμίας τοὺς προφήτας οἳ ἐλάλησαν τῷ ὀνόματι κυρίου
5:11 ἰδού μακαρίζομεν τοὺς ὑπομένοντας τὴν ὑπομονὴν ἰὼβ ἠκούσατε καὶ τὸ τέλος κυρίου εἴδετε ὅτι πολύσπλαγχνός ἐστιν ὁ κύριος καὶ οἰκτίρμων
5:12 πρὸ πάντων δέ ἀδελφοί μου μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον ἤτω δὲ ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ ἵνα μὴ εἴς ὑπὸκρίσιν πέσητε
5:13 κακοπαθεῖ τις ἐν ὑμῖν προσευχέσθω εὐθυμεῖ τις ψαλλέτω
5:14 ἀσθενεῖ τις ἐν ὑμῖν προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας καὶ προσευξάσθωσαν ἐπ᾽ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου
5:15 καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα καὶ ἐγερεῖ αὐτὸν ὁ κύριος κἂν ἁμαρτίας ᾖ πεποιηκώς ἀφεθήσεται αὐτῷ
5:16 ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων ὅπως ἰαθῆτε πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη
5:17 ἐλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ
5:18 καὶ πάλιν προσηύξατο καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκεν καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς
5:19 ἀδελφοί ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν
James 5:20 γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν

|| 1 || 2 || 3 || 4 || 5 ||

Top

See this online bible with Greek and English side by side, or Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please send this link to all your friends who are interested in the New Testament Greek Textus Receptus online and give it a Google +.

Bibles Index || Textus Receptus Index || Bible Studies Index || Greek Word Studies Index