Go to Chapter Index or Scriptures

GREEK TEXTUS RECEPTUS of the NEW TESTAMENT Mark Chapter 16

This online bible shows chapter by chapter the Greek Textus Receptus (otherwise known as the Received Text) of the New Testament. This is the koine Greek (or common Greek) from which the King James Version of the bible was translated.
Bibles Index || Textus Receptus Index || Search this website || Bible Studies Index || Greek Word Studies Index

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 ||

Mark Chapter 16

Mark 16:1 καὶ διαγενομένου τοῦ σαββάτου μαρία ἡ μαγδαληνὴ καὶ μαρία ἡ τοῦ ἰακώβου καὶ σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν
16:2 καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου
16:3 καὶ ἔλεγον πρὸς ἑαυτάς τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου
16:4 καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος ἦν γὰρ μέγας σφόδρα
16:5 καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς περιβεβλημένον στολὴν λευκήν καὶ ἐξεθαμβήθησαν
16:6 ὁ δὲ λέγει αὐταῖς μὴ ἐκθαμβεῖσθε ἰησοῦν ζητεῖτε τὸν ναζαρηνὸν τὸν ἐσταυρωμένον ἠγέρθη οὐκ ἔστιν ὧδε ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν
16:7 ἀλλ᾽ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν γαλιλαίαν ἐκεῖ αὐτὸν ὄψεσθε καθὼς εἶπεν ὑμῖν
16:8 καὶ ἐξελθοῦσαι ταχὺ ἔφυγον ἀπὸ τοῦ μνημείου εἶχεν δὲ αὐτὰς τρόμος καὶ ἔκστασις καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γὰρ
16:9 ἀναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον μαρίᾳ τῇ μαγδαληνῇ ἀφ᾽ ἡς ἐκβεβλήκει ἑπτὰ δαιμόνια
Mark 16:10 ἐκείνη πορευθεῖσα ἀπήγγειλεν τοῖς μετ᾽ αὐτοῦ γενομένοις πενθοῦσιν καὶ κλαίουσιν
16:11 κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾽ αὐτῆς ἠπίστησαν
16:12 μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ πορευομένοις εἰς ἀγρόν
16:13 κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς οὐδὲ ἐκείνοις ἐπίστευσαν
16:14 ὕστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη καὶ ὠνείδισεν τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν
16:15 καὶ εἶπεν αὐτοῖς πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει
16:16 ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται ὁ δὲ ἀπιστήσας κατακριθήσεται
16:17 σημεῖα δὲ τοῖς πιστεύσασιν ταῦτα παρακολουθήσει ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν γλώσσαις λαλήσουσιν καιναῖς
16:18 ὄφεις ἀροῦσιν κἂν θανάσιμόν τι πίωσιν οὐ μὴ αὐτοὺς βλάψει, ἐπὶ ἀῤῥώστους χεῖρας ἐπιθήσουσιν καὶ καλῶς ἕξουσιν
16:19 ὁ μὲν οὖν κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ
Mark 16:20 ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ τοῦ κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων ἀμήν

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 ||

Top

See this online bible with Greek and English side by side, or Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please send this link to all your friends who are interested in the New Testament Greek Textus Receptus online and give it a Google +.

Bibles Index || Textus Receptus Index || Bible Studies Index || Greek Word Studies Index