Go to Chapter Index or Scriptures

GREEK TEXTUS RECEPTUS of the NEW TESTAMENT Matthew Chapter 28

This online bible shows chapter by chapter the Greek Textus Receptus (otherwise known as the Received Text) of the New Testament. This is the koine Greek (or common Greek) from which the King James Version of the bible was translated.
Bibles Index || Textus Receptus Index || Search this website || Bible Studies Index || Greek Word Studies Index

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 || 22 || 23 || 24 || 25 || 26 || 27 || 28 ||

Matthew Chapter 28

Matthew 28:1 ὀψὲ δὲ σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων ἦλθεν μαρία ἡ μαγδαληνὴ καὶ ἡ ἄλλη μαριὰ θεωρῆσαι τὸν τάφον
28:2 καὶ ἰδού σεισμὸς ἐγένετο μέγας ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισεν τὸν λίθον ἀπὸ τῆς θύρας καὶ ἐκάθητο ἐπάνω αὐτοῦ
28:3 ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών
28:4 ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγένοντο ὡσεὶ νεκροί
28:5 ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἰπεν ταῖς γυναιξίν μὴ φοβεῖσθε ὑμεῖς οἶδα γὰρ ὅτι ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε
28:6 οὐκ ἔστιν ὧδε ἠγέρθη γὰρ καθὼς εἶπεν δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο ὁ κύριος
28:7 καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν καὶ ἰδού προάγει ὑμᾶς εἰς τὴν γαλιλαίαν ἐκεῖ αὐτὸν ὄψεσθε ἰδού εἶπον ὑμῖν
28:8 καὶ ἐξελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ
28:9 ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ καὶ ἰδού ὁ ἰησοῦς ἀπήντησεν αὐταῖς λέγων χαίρετε αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ
Matthew 28:10 τότε λέγει αὐταῖς ὁ ἰησοῦς μὴ φοβεῖσθε ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν γαλιλαίαν κἀκεῖ με ὄψονται
28:11 πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα
28:12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις
28:13 λέγοντες εἴπατε ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων
28:14 καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος ἡμεῖς πείσομεν αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν
28:15 οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ ἰουδαίοις μέχρι τῆς σήμερον
28:16 οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ ἰησοῦς
28:17 καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ οἱ δὲ ἐδίστασαν
28:18 καὶ προσελθὼν ὁ ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς
28:19 πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος
Matthew 28:20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν καὶ ἰδού ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος ἀμήν

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 || 22 || 23 || 24 || 25 || 26 || 27 || 28 ||

Top

See this online bible with Greek and English side by side, or Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please send this link to all your friends who are interested in the New Testament Greek Textus Receptus online and give it a Google +.

Bibles Index || Textus Receptus Index || Bible Studies Index || Greek Word Studies Index