Go to Chapter Index or Scriptures

GREEK TEXTUS RECEPTUS of the NEW TESTAMENT Philemon Chapter 1

This online bible shows chapter by chapter the Greek Textus Receptus (otherwise known as the Received Text) of the New Testament. This is the koine Greek (or common Greek) from which the King James Version of the bible was translated.
Bibles Index || Textus Receptus Index || Search this website || Bible Studies Index || Greek Word Studies Index

Philemon Chapter 1

Philemon 1:1 παῦλος δέσμιος χριστοῦ ἰησοῦ, καὶ τιμόθεος ὁ ἀδελφὸς, φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν
1:2 καὶ ἀπφίᾳ τῇ ἀγαπητῇ, καὶ ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατ᾽ οἶκόν σου ἐκκλησίᾳ
1:3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν, καὶ κυρίου ἰησοῦ χριστοῦ
1:4 εὐχαριστῶ τῷ θεῷ μου, πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου
1:5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν κύριον ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους
1:6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ὑμῖν εἰς χριστὸν ἰησοῦν
1:7 χάριν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ
1:8 διὸ πολλὴν ἐν χριστῷ παῤῥησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον
1:9 διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ τοιοῦτος ὢν ὡς παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος ἰησοῦ χριστοῦ
Philemon 1:10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου ὀνήσιμον
1:11 τὸν ποτέ σοι ἄχρηστον νυνὶ δέ σοι καὶ ἐμοὶ εὔχρηστον
1:12 ὃν ἀνέπεμψα σὺ δὲ αὐτὸν τουτέστι τὰ ἐμὰ σπλάγχνα προσλαβοῦ
1:13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου
1:14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον
1:15 τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς
1:16 οὐκέτι ὡς δοῦλον ἀλλ᾽ ὑπὲρ δοῦλον ἀδελφὸν ἀγαπητὸν μάλιστα ἐμοὶ πόσῳ δὲ μᾶλλόν σοι καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ
1:17 εἰ οὖν ἐμὲ ἔχεις κοινωνὸν προσλαβοῦ αὐτὸν ὡς ἐμέ
1:18 εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει τοῦτο ἐμοὶ ἐλλόγει
1:19 ἐγὼ παῦλος ἔγραψα τῇ ἐμῇ χειρὶ ἐγὼ ἀποτίσω ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις
Philemon 1:20 ναὶ ἀδελφέ ἐγώ σου ὀναίμην ἐν κυρίῳ ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν κυρίῳ
1:21 πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι εἰδὼς ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις
1:22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν
1:23 ἀσπάζονταί σε ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν χριστῷ ἰησοῦ
1:24 μάρκος ἀρίσταρχος δημᾶς λουκᾶς οἱ συνεργοί μου
1:25 Ἡ χάρις τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν ἀμήν

Top

See this online bible with Greek and English side by side, or Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please send this link to all your friends who are interested in the New Testament Greek Textus Receptus online and give it a Google +.

Bibles Index || Textus Receptus Index || Top || Chapter Index || Bible Studies Index || Greek Word Studies Index