Go to Chapter Index or Scriptures

GREEK TEXTUS RECEPTUS of the NEW TESTAMENT 2 Timothy Chapter 2

This online bible shows chapter by chapter the Greek Textus Receptus (otherwise known as the Received Text) of the New Testament. This is the koine Greek (or common Greek) from which the King James Version of the bible was translated.
Bibles Index || Textus Receptus Index || Search this website || Bible Studies Index || Greek Word Studies Index

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 ||

2 Timothy Chapter 2

2 Timothy 2:1 σὺ οὖν τέκνον μου ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν χριστῷ ἰησοῦ
2:2 καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων ταῦτα παράθου πιστοῖς ἀνθρώποις οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι
2:3 σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης ἰησοῦ χριστοῦ
2:4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ
2:5 ἐὰν δὲ καὶ ἀθλῇ τις οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ
2:6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν
2:7 νόει α λέγω δῴη γάρ σοι ὃ κύριος σύνεσιν ἐν πᾶσιν
2:8 μνημόνευε ἰησοῦν χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος δαβίδ κατὰ τὸ εὐαγγέλιόν μου
2:9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος ἀλλ᾽ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται
2 Timothy 2:10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν χριστῷ ἰησοῦ μετὰ δόξης αἰωνίου
2:11 πιστὸς ὁ λόγος εἰ γὰρ συναπεθάνομεν καὶ συζήσομεν
2:12 εἰ ὑπομένομεν καὶ συμβασιλεύσομεν εἰ ἀρνούμεθα κἀκεῖνος ἀρνήσεται ἡμᾶς
2:13 εἰ ἀπιστοῦμεν ἐκεῖνος πιστὸς μένει ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται
2:14 ταῦτα ὑπομίμνῃσκε διαμαρτυρόμενος ἐνώπιον τοῦ κυρίοῦ μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων
2:15 σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ ἐργάτην ἀνεπαίσχυντον ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας
2:16 τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας
2:17 καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει ὧν ἐστιν ὑμέναιος καὶ φίλητος
2:18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι καὶ ἀνατρέπουσιν τήν τινων πίστιν
2:19 ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν ἔχων τὴν σφραγῖδα ταύτην Ἕγνω κύριος τοὺς ὄντας αὐτοῦ καί ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα χριστοῦ
2 Timothy 2:20 ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν
2:21 ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων ἔσται σκεῦος εἰς τιμήν ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον
2:22 τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε δίωκε δὲ δικαιοσύνην πίστιν ἀγάπην εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας
2:23 τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ εἰδὼς ὅτι γεννῶσιν μάχας
2:24 δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας διδακτικόν ἀνεξίκακον
2:25 ἐν πρᾶότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους μήποτε δῷ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας
2:26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος ἐζωγρημένοι ὑπ᾽ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα

|| 1 || 2 || 3 || 4 ||

Top

See this online bible with Greek and English side by side, or Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please send this link to all your friends who are interested in the New Testament Greek Textus Receptus online and give it a Google +.

Bibles Index || Textus Receptus Index || Bible Studies Index || Greek Word Studies Index