Go to Chapter Index or Scriptures

GREEK TEXTUS RECEPTUS of the NEW TESTAMENT 2 Timothy Chapter 4

This online bible shows chapter by chapter the Greek Textus Receptus (otherwise known as the Received Text) of the New Testament. This is the koine Greek (or common Greek) from which the King James Version of the bible was translated.
Bibles Index || Textus Receptus Index || Search this website || Bible Studies Index || Greek Word Studies Index

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 ||

2 Timothy Chapter 4

2 Timothy 4:1 διαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ θεοῦ καὶ τοῦ κυρίου ἰησοῦ χριστοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ
4:2 κήρυξον τὸν λόγον ἐπίστηθι εὐκαίρως ἀκαίρως ἔλεγξον ἐπιτίμησον παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ
4:3 ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν
4:4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται
4:5 σὺ δὲ νῆφε ἐν πᾶσιν κακοπάθησον ἔργον ποίησον εὐαγγελιστοῦ τὴν διακονίαν σου πληροφόρησον
4:6 ἐγὼ γὰρ ἤδη σπένδομαι καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεώς ἐφέστηκεν
4:7 τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι τὸν δρόμον τετέλεκα τὴν πίστιν τετήρηκα
4:8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πάσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ
4:9 σπούδασον ἐλθεῖν πρός με ταχέως
2 Timothy 4:10 δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα καὶ ἐπορεύθη εἰς θεσσαλονίκην κρήσκης εἰς γαλατίαν τίτος εἰς δαλματίαν
4:11 λουκᾶς ἐστιν μόνος μετ᾽ ἐμοῦ μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν
4:12 τυχικὸν δὲ ἀπέστειλα εἰς ἔφεσον
4:13 τὸν φαιλόνην ὃν ἀπέλιπον ἐν τρῳάδι παρὰ κάρπῳ ἐρχόμενος φέρε καὶ τὰ βιβλία μάλιστα τὰς μεμβράνας
4:14 ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο ἀποδῴη αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ
4:15 ὃν καὶ σὺ φυλάσσου λίαν γὰρ ἀνθέστηκεν τοῖς ἡμετέροις λόγοις
4:16 ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο ἀλλὰ πάντες με ἐγκατέλιπον μὴ αὐτοῖς λογισθείη
4:17 ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με ἵνα δι᾽ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσῃ πάντα τὰ ἔθνη καὶ ἐῤῥύσθην ἐκ στόματος λέοντος
4:18 καὶ ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
4:19 ἄσπασαι πρίσκαν καὶ ἀκύλαν καὶ τὸν ὀνησιφόρου οἶκον
2 Timothy 4:20 ἔραστος ἔμεινεν ἐν κορίνθῳ τρόφιμον δὲ ἀπέλιπον ἐν μιλήτῳ ἀσθενοῦντα
4:21 σπούδασον πρὸ χειμῶνος ἐλθεῖν ἀσπάζεταί σε εὔβουλος καὶ πούδης καὶ λίνος καὶ κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες
4:22 ὁ κύριος ἰησοῦς χριστὸς μετὰ τοῦ πνεύματός σου ἡ χάρις μεθ᾽ ὑμῶν ἀμήν πρός τιμόθεον δευτέρᾳ τῆς ἐφεσίων ἐκκλησίας πρῶτον ἐπίσκοπον χειροτονηθέντα ἐγράφη ἀπό Ῥώμης ὅτε ἐκ δευτέρου παρέστη παῦλος τῷ καίσαρί νέρωνι

|| 1 || 2 || 3 || 4 ||

Top

See this online bible with Greek and English side by side, or Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please send this link to all your friends who are interested in the New Testament Greek Textus Receptus online and give it a Google +.

Bibles Index || Textus Receptus Index || Bible Studies Index || Greek Word Studies Index