Go to Chapter Index or Scriptures

GREEK TEXTUS RECEPTUS of the NEW TESTAMENT John Chapter 10

This online bible shows chapter by chapter the Greek Textus Receptus (otherwise known as the Received Text) of the New Testament. This is the koine Greek (or common Greek) from which the King James Version of the bible was translated.
Bibles Index || Textus Receptus Index || Search this website || Bible Studies Index || Greek Word Studies Index

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 ||

John Chapter 10

John 10:1 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής
10:2 ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων
10:3 τούτῳ ὁ θυρωρὸς ἀνοίγει καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά
10:4 καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ ἔμπροσθεν αὐτῶν πορεύεται καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ
10:5 ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν
10:6 ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ἰησοῦς ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς
10:7 εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ἰησοῦς ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων
10:8 πάντες ὅσοι πρὸ ἐμοῦ ἦλθον κλέπται εἰσὶν καὶ λῃσταί ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα
10:9 ἐγώ εἰμι ἡ θύρα δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει
John 10:10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν
10:11 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων
10:12 ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν οὗ οὐκ εἰσιν τὰ πρόβατα ἴδια θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα
10:13 ὁ δὲ μισθωτός φεύγει, ὅτι μισθωτὸς ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων
10:14 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν
10:15 καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων
10:16 καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης κἀκεῖνα με δεῖ ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσιν καὶ γενήσεται μία ποίμνη εἷς ποιμήν
10:17 διὰ τοῦτό ὁ πατὴρ με ἀγαπᾷ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου ἵνα πάλιν λάβω αὐτήν
10:18 οὐδεὶς αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ ἐξουσίαν ἔχω θεῖναι αὐτήν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου
10:19 σχίσμα οὖν πάλιν ἐγένετο ἐν τοῖς ἰουδαίοις διὰ τοὺς λόγους τούτους
John 10:20 ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν δαιμόνιον ἔχει καὶ μαίνεται τί αὐτοῦ ἀκούετε
10:21 ἄλλοι ἔλεγον ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοίγειν
10:22 ἐγένετο δὲ τὰ ἐγκαίνια ἐν τοῖς ἱεροσολύμοις καὶ χειμὼν ἦν
10:23 καὶ περιεπάτει ὁ ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ σολομῶντος
10:24 ἐκύκλωσαν οὖν αὐτὸν οἱ ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις εἰ σὺ εἶ ὁ χριστός εἰπὲ ἡμῖν παῤῥησίᾳ
10:25 ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς εἶπον ὑμῖν καὶ οὐ πιστεύετε τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ
10:26 ἀλλ᾽ ὑμεῖς οὐ πιστεύετε οὐ γὰρ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν καθὼς εἶπον ὑμῖν
10:27 τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά καὶ ἀκολουθοῦσίν μοι
10:28 κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου
10:29 ὁ πατήρ μου ὃς δέδωκέν μοι μεῖζών πάντων ἐστιν καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός μου
John 10:30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν
10:31 ἐβάστασαν οὖν πάλιν λίθους οἱ ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν
10:32 ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός μου διὰ ποῖον αὐτῶν ἔργον λιθάζετε μὲ
10:33 ἀπεκρίθησαν αὐτῷ οἱ ἰουδαῖοι λέγοντες, περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν
10:34 ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ἐγὼ εἶπα θεοί ἐστε
10:35 εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο καὶ οὐ δύναται λυθῆναι ἡ γραφή
10:36 ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι βλασφημεῖς ὅτι εἶπον Υἱὸς τοῦ θεοῦ εἰμι
10:37 εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου μὴ πιστεύετέ μοι
10:38 εἰ δὲ ποιῶ κἂν ἐμοὶ μὴ πιστεύητε τοῖς ἔργοις πιστεύσατε ἵνα γνῶτε καὶ πιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν αὐτῷ
10:39 ἐζήτουν οὖν πάλιν αὐτὸν πιάσαι καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν
John 10:40 καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν ἰωάννης τὸ πρῶτον βαπτίζων καὶ ἔμεινεν ἐκεῖ
10:41 καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν πάντα δὲ ὅσα εἶπεν ἰωάννης περὶ τούτου ἀληθῆ ἦν
10:42 καὶ ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτὸν

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 ||

Top

See this online bible with Greek and English side by side, or Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please send this link to all your friends who are interested in the New Testament Greek Textus Receptus online and give it a Google +.

Bibles Index || Textus Receptus Index || Bible Studies Index || Greek Word Studies Index