Go to Chapter Index or Scriptures

GREEK TEXTUS RECEPTUS of the NEW TESTAMENT Romans Chapter 15

This online bible shows chapter by chapter the Greek Textus Receptus (otherwise known as the Received Text) of the New Testament. This is the koine Greek (or common Greek) from which the King James Version of the bible was translated.
Bibles Index || Textus Receptus Index || Search this website || Bible Studies Index || Greek Word Studies Index

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 ||

Romans Chapter 15

Romans 15:1 ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν καὶ μὴ ἑαυτοῖς ἀρέσκειν
15:2 ἕκαστος γάρ ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν
15:3 καὶ γὰρ ὁ χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν ἀλλὰ καθὼς γέγραπται οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾽ ἐμέ
15:4 ὅσα γὰρ προεγράφη εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν
15:5 ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ χριστὸν ἰησοῦν
15:6 ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ
15:7 διὸ προσλαμβάνεσθε ἀλλήλους καθὼς καὶ ὁ χριστὸς προσελάβετο ἡμᾶς εἰς δόξαν θεοῦ
15:8 λέγω δὲ, ἰησοῦν χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων
15:9 τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν καθὼς γέγραπται διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν καὶ τῷ ὀνοματί σου ψαλῶ
Romans 15:10 καὶ πάλιν λέγει εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ
15:11 καὶ πάλιν αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη καὶ ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί
15:12 καὶ πάλιν ἠσαΐας λέγει ἕσται ἡ ῥίζα τοῦ ἰεσσαί καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν
15:13 ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου
15:14 πέπεισμαι δέ ἀδελφοί μου καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης πεπληρωμένοι πάσης γνώσεως δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν
15:15 τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀδελφοί, ἀπὸ μέρους ὡς ἐπαναμιμνῄσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ θεοῦ
15:16 εἰς τὸ εἶναί με λειτουργὸν ἰησοῦ χριστοῦ εἰς τὰ ἔθνη ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος ἡγιασμένη ἐν πνεύματι ἁγίῳ
15:17 ἔχω οὖν καύχησιν ἐν χριστῷ ἰησοῦ τὰ πρὸς θεόν
15:18 οὐ γὰρ τολμήσω λαλεῖν τι ὧν οὐ κατειργάσατο χριστὸς δι᾽ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ
15:19 ἐν δυνάμει σημείων καὶ τεράτων ἐν δυνάμει πνεύματος θεοῦ ὥστε με ἀπὸ ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ χριστοῦ
Romans 15:20 οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη χριστός ἵνα μὴ ἐπ᾽ ἀλλότριον θεμέλιον οἰκοδομῶ
15:21 ἀλλὰ καθὼς γέγραπται οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν
15:22 διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς
15:23 νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασιν τούτοις ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν
15:24 ὡς ἐὰν πορεύωμαι εἰς τὴν σπανίαν ἐλεύσομαι πρὸς ὑμᾶς ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμας καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι ἐκεῖ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ
15:25 νυνὶ δὲ πορεύομαι εἰς ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις
15:26 εὐδόκησαν γὰρ μακεδονία καὶ ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν ἰερουσαλήμ
15:27 εὐδόκησαν γάρ καὶ ὀφειλέται αὐτῶν εἰσὶν εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς
15:28 τοῦτο οὖν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον ἀπελεύσομαι δι᾽ ὑμῶν εἰς τὴν σπανίαν
15:29 οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ χριστοῦ ἐλεύσομαι
Romans 15:30 παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί διὰ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν
15:31 ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ ἰουδαίᾳ καὶ ἵνα ἡ διακονία μου ἡ εἰς ἰερουσαλὴμ εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις
15:32 ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος θεοῦ καὶ συναναπαύσωμαι ὑμῖν
15:33 ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν ἀμήν

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 ||

Top

See this online bible with Greek and English side by side, or Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please send this link to all your friends who are interested in the New Testament Greek Textus Receptus online and give it a Google +.

Bibles Index || Textus Receptus Index || Bible Studies Index || Greek Word Studies Index