Go to Chapter Index or Scriptures

GREEK TEXTUS RECEPTUS of the NEW TESTAMENT Acts Chapter 19

This online bible shows chapter by chapter the Greek Textus Receptus (otherwise known as the Received Text) of the New Testament. This is the koine Greek (or common Greek) from which the King James Version of the bible was translated.
Bibles Index || Textus Receptus Index || Search this website || Bible Studies Index || Greek Word Studies Index

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 || 22 || 23 || 24 || 25 || 26 || 27 || 28 ||

Acts Chapter 19

Acts 19:1 ἐγένετο δὲ, ἐν τῷ τὸν ἀπολλῶ εἶναι ἐν κορίνθῳ, παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς ἔφεσον καὶ εὑρών τινας μαθητάς
19:2 εἶπέ πρὸς αὐτούς, εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εῖπον πρὸς αὐτόν, ἀλλ οὐδὲ εἰ πνεῦμα ἅγιον ἔστιν, ἠκούσαμεν.
19:3 εἶπέ τε πρὸς αὐτοὺς, εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπον, εἰς τὸ ἰωάννου βάπτισμα.
19:4 εἶπε δὲ παῦλος, ἰωάννης μὲν ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾽ αὐτὸν ἵνα πιστεύσωσι τουτ’ ἔστιν, εἰς τὸν χριστὸν ἰησοῦν.
19:5 ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου ἰησοῦ.
19:6 καὶ ἐπιθέντος αὐτοῖς τοῦ παύλου τὰς χεῖρας, ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον.
19:7 ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο.
19:8 εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαῤῥησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ
19:9 ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους ἀποστὰς ἀπ᾽ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς καθ᾽ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ τυράννου τινός
Acts 19:10 τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο ὥστε πάντας τοὺς κατοικοῦντας τὴν ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου ἰησοῦ, ἰουδαίους τε καὶ ἕλληνας
19:11 δυνάμεις τε οὐ τὰς τυχούσας ἐποίει ὁ θεὸς διὰ τῶν χειρῶν παύλου
19:12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ᾽ αὐτῶν τὰς νόσους τά τε πνεύματα τὰ πονηρὰ ἐξέρχεσθαι ἀπ᾽ αὐτῶν
19:13 ἐπεχείρησαν δέ τινες ἀπὸ τῶν περιερχομένων ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου ἰησοῦ λέγοντες ὁρκίζομεν ὑμᾶς τὸν ἰησοῦν ὃν ὁ παῦλος κηρύσσει
19:14 ἦσαν δέ τινές υἱοὶ σκευᾶ ἰουδαίου ἀρχιερέως ἑπτὰ οἱ τοῦτο ποιοῦντες
19:15 ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν τὸν ἰησοῦν γινώσκω καὶ τὸν παῦλον ἐπίσταμαι ὑμεῖς δὲ τίνες ἐστέ
19:16 καὶ ἐφαλλόμενος ἐπ᾽ αὐτοὺς ὁ ἄνθρωπος ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν καὶ κατακυριεύσας αὐτῶν ἴσχυσεν κατ᾽ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου
19:17 τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν ἰουδαίοις τε καὶ ἕλλησιν τοῖς κατοικοῦσιν τὴν ἔφεσον καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου ἰησοῦ
19:18 πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν
19:19 ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε
Acts 19:20 οὕτως κατὰ κράτος ὁ λόγος τοῦ κυρίου ηὔξανεν καὶ ἴσχυεν
19:21 ὡς δὲ ἐπληρώθη ταῦτα ἔθετο ὁ παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν μακεδονίαν καὶ ἀχαΐαν πορεύεσθαι εἰς ἱερουσάλημ, εἰπὼν ὅτι μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ ῥώμην ἰδεῖν
19:22 ἀποστείλας δὲ εἰς τὴν μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ τιμόθεον καὶ ἔραστον αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν ἀσίαν
19:23 ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ
19:24 δημήτριος γάρ τις ὀνόματι ἀργυροκόπος ποιῶν ναοὺς ἀργυροῦς ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις ἐργασίαν οὐκ ὀλίγην
19:25 οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν ἄνδρες ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῶν ἐστιν
19:26 καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς ἀσίας ὁ παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι
19:27 οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς ἀρτέμιδος ἱερὸν εἰς οὐδὲν λογισθῆναι μέλλειν δὲ καὶ καθαιρεῖσθαι τήν μεγαλειότητα αὐτῆς ἣν ὅλη ἡ ἀσία καὶ ἡ οἰκουμένη σέβεται
19:28 ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες μεγάλη ἡ ἄρτεμις ἐφεσίων
19:29 καὶ ἐπλήσθη ἡ πόλις ὅλη συγχύσεως ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες γάϊον καὶ ἀρίσταρχον μακεδόνας συνεκδήμους τοῦ παύλου
Acts 19:30 τοῦ δὲ παύλου βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί
19:31 τινὲς δὲ καὶ τῶν ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον
19:32 ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκεν συνεληλύθεισαν
19:33 ἐκ δὲ τοῦ ὄχλου προεβίβασαν ἀλέξανδρον προβαλόντων αὐτὸν τῶν ἰουδαίων ὁ δὲ ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ
19:34 ἐπιγνόντων δὲ ὅτι ἰουδαῖός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάντων ὡς ἐπὶ ὥρας δύο κραζόντων μεγάλη ἡ ἄρτεμις ἐφεσίων
19:35 καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν ἄνδρες ἐφέσιοι τίς γάρ ἐστιν ἄνθρωπος ὃς οὐ γινώσκει τὴν ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης θεᾶς ἀρτέμιδος καὶ τοῦ διοπετοῦς
19:36 ἀναντιῤῥήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράττειν
19:37 ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὰν ὑμῶν
19:38 εἰ μὲν οὖν δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται πρός τινα λόγον ἔχουσιν ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν ἐγκαλείτωσαν ἀλλήλοις
19:39 εἰ δέ τι πὲρι ἑτέρων ἐπιζητεῖτε ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται
Acts 19:40 καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ δυνησόμεθα ἀποδοῦναι λόγον τῆς συστροφῆς ταύτης
19:41 καί ταῦτά εἰπών ἀπέλυσεν τήν ἐκκλησίαν

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 || 22 || 23 || 24 || 25 || 26 || 27 || 28 ||

Top

See this online bible with Greek and English side by side, or Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please send this link to all your friends who are interested in the New Testament Greek Textus Receptus online and give it a Google +.

Bibles Index || Textus Receptus Index || Bible Studies Index || Greek Word Studies Index